Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.27.6 | Hdt. 9.28.4 (English) | >>Hdt. 9.29.2 |
9.28.2
μετὰ δὲ ταῦτα ἐτάσσοντο ὧδε οἱ ἐπιφοιτῶντές τε καὶ οἱ ἀρχὴν ἐλθόντες Ἑλλήνων . τὸ μὲν δεξιὸν κέρας εἶχον Λακεδαιμονίων μύριοι · τούτων δὲ τοὺς πεντακισχιλίους ἐόντας Σπαρτιήτας ἐφύλασσον ψιλοὶ τῶν εἱλώτων πεντακισχίλιοι καὶ τρισμύριοι , περὶ ἄνδρα ἕκαστον ἑπτὰ τεταγμένοι .
9.28.3 προσεχέας δὲ σφίσι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκα καὶ ἀρετῆς · τούτων δʼ ἦσαν ὁπλῖται χίλιοι καὶ πεντακόσιοι . μετὰ δὲ τούτους ἵσταντο Κορινθίων πεντακισχίλιοι , παρὰ δὲ σφίσι εὕροντο παρὰ Παυσανίεω ἑστάναι Ποτιδαιητέων τῶν ἐκ Παλλήνης τοὺς παρεόντας τριηκοσίους .
9.28.4 τούτων δὲ ἐχόμενοι ἵσταντο Ἀρκάδες Ὀρχομένιοι ἑξακόσιοι , τούτων δὲ Σικυώνιοι τρισχίλιοι . τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόσιοι . παρὰ δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι , Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόσιοι , τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόσιοι , τούτων δὲ ἐχόμενοι Φλειάσιοι χίλιοι . παρὰ δὲ τούτους ἔστησαν Ἑρμιονέες τριηκόσιοι .
9.28.5 Ἑρμιονέων δὲ ἐχόμενοι ἵσταντο Ἐρετριέων τε καὶ Στυρέων ἑξακόσιοι , τούτων δὲ Χαλκιδέες τετρακόσιοι , τούτων δὲ Ἀμπρακιητέων πεντακόσιοι . μετὰ δὲ τούτους Λευκαδίων καὶ Ἀνακτορίων ὀκτακόσιοι ἔστησαν , τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ Κεφαλληνίης διηκόσιοι .
9.28.6 μετὰ δὲ τούτους Αἰγινητέων πεντακόσιοι ἐτάχθησαν . παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τρισχίλιοι . εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι . τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο , κέρας ἔχοντες τὸ εὐώνυμον , ὀκτακισχίλιοι · ἐστρατήγεε δʼ αὐτῶν Ἀριστείδης ὁ Λυσιμάχου .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.27.6 | Hdt. 9.28.4 (English) | >>Hdt. 9.29.2 |